TLG 1606 001 :: PHOENIX :: Fragmenta

PHOENIX Iamb.
(Colophonius: 3 B.C.)

Fragmenta

Source: Powell, J.U. (ed.), Collectanea Alexandrina. Oxford: Clarendon Press, 1925 (repr. 1970): 231–236.

  • frr. 1–6
  • fr. 6: P. Heidelb. inv. 310

Citation: Fragment — (line)

1

Ἀνὴρ Νίνος τις ἐγένετ’, ὡς ἐγὼ ’κούω, Ἀσσύριος, ὅστις εἶχε χρυσίου πόντον, τάλαντα πολλῷ πλεῦνα Κασπίης ψάμμου, †ὃς ὀυκϊ δ’ ἀστερ’ ὀυδιζωνεδίζητο,
5οὐ πὰρ μάγοισι πῦρ ἱερὸν ἀνέστησεν, ὥσπερ νόμος, ῥάβδοισι τοῦ θεοῦ ψαύων· οὐ μυθιήτης, οὐ δικασπόλος κεῖνος· οὐ λεωλογεῖν ἐμάνθαν’, οὐκ ἀμιθρῆσαι, ἀλλ’ ἦν ἄριστος ἐσθίειν τε καὶ πίνειν
10κἠρᾶν, τὰ δ’ ἄλλα πάντα κατὰ πετρῶν ὤθει. Ὡς δ’ ἀπέθαν’ ὡνήρ, πᾶσι κατέλιπε ῥῆσιν ὅκου Νίνος νῦν ἐστι καὶ τὸ σῆμ’ ᾄδει· “Ἄκουσον, εἴτ’ Ἀσσύριος εἴτε καὶ Μῆδος εἶς ἢ Κοραξός, ἢ ’πὸ τῶν ἄνω λιμνῶν
15〈Σ〉ινδὸς κομήτης· οὐ γὰρ ἀλλὰ κηρύσσω· ἐγὼ Νίνος πάλαι ποτ’ ἐγενόμην πνεῦμα, νῦν δ’ οὐκέτ’ οὐδέν, ἀλλὰ γῆ πεποίημαι·
ἔχω δ’ ὁκόσον ἔπαισα χὠκός’ ἤεισα χὠκόσς’ ἐράσθην [231
20τὰ δ’ ὄλβι’ ἡμέων δήιοι συνελθόντες φέρουσιν, ὥσπερ ὠμὸν ἔριφον αἱ Βάκχαι· ἐγὼ δ’ ἐς Ἅιδην οὔτε χρυσὸν οὔθ’ ἵππον οὔτ’ ἀργυρῆν ἅμαξαν ᾠχόμην ἕλκων·
σποδὸς δὲ πελλὴ χὠ μιτρηφόρος κεῖμαι”.232

2

Ἐσθλοί, κορώνῃ χεῖρα πρόσδοτε κριθέων, τῇ παιδὶ τἀπόλλωνος, ἢ λέκος πυρῶν ἢ ἄρτον ἢ ἥμαιθον ἢ ὅτι τις χρῄζει. Δότ’, ὦγαθοί, 〈τι〉 τῶν ἕκαστος ἐν χερσὶν
5ἔχει κορώνῃ· χἄλα λήψεται χονδρόν· φιλεῖ γὰρ αὕτη πάγχυ ταῦτα δαίνυσθαι· ὁ νῦν ἅλας δοὺς αὖθι κηρίον δώσει. Ὦ παῖ, θύρην ἄγκλινε, Πλοῦτος ἔκρουσε, καὶ τῇ κορώνῃ παρθένος φέροι σῦκα.
10Θεοί, γένοιτο πάντ’ ἄμεμπτος ἡ κούρη, κἀφνειὸν ἄνδρα κὠνρμαστὸν ἐξεύροι, καὶ τῷ γέροντι πατρὶ κοῦρον εἰς χεῖρας καὶ μητρὶ κούρην εἰς τὰ γοῦνα κατθείη, θάλος τρέφειν γυναῖκα τοῖς κασιγνήτοις.
15Ἐγὼ δ’, ὅκοι πόδες φέρωσιν, ὀφθαλμοὺς ... ἀμείβομαι Μούσῃσι πρὸς θύρῃς ᾄδων, καὶ δόντι καὶ μὴ δόντι, πλεῦνα τῶν 〈Γύ〉γεω.
17καὶ ἐπὶ τέλει δὲ τοῦ Ἰάμβου φησίν· ἀλλ’, ὦγαθοί, ’πορέξαθ’ ὧν μυχὸς πλουτεῖ· δός, ὦ 〈ἄ〉ναξ, δὸς καὶ σὺ πότνα μοι νύμφη·
20νόμος κορώνῃ χεῖρα δοῦν’ ἐπαιτούσῃ.
Τοσαῦτ’ ἀείδω· δός τι καὶ καταχρήσει.233

3

Νίνου κάδοι μάχαιρα καὶ κύλιξ αἰχμή, κύμβη δὲ τόξα, δήιοι δὲ κρητῆρες, ἵπποι δ’ ἄκρητος, κἀλαλὴ “μύρον χεῖτε”.

4

Θαλῆς γάρ, ὅστις ἀστέρων .. .... ὀνήιστος καὶ τῶν τότ’, ὡς λέγουσι, πολλὸν ἀνθρώπων
ἐὼν ἄριστος, ἔλαβε πελλίδα χρυσῆν.234

5

Ἐκ πελλίδος 〈γὰρ〉 τάργανον κατηγυίης χωλοῖσι δακτύλοισι τᾐτέρῃ σπένδει, τρέμων οἷόν περ ἐν βορηίῳ νωδός.

6

Ἴαμ̣β̣ος Φοίνικος [.]η̣
1Πο̣λ̣λοῖς γε θνητῶν τἀγ[ά]θ’, ὦ Ποσείδιππε, οὐ [σύ]μφορ’ ἐστίν, ἀλλὰ δεῖ τοιαῦτ’ αὐτοὺς [.]ο̣ν̣.ει̣ν ὁκο[ῖ]α καὶ Φρονε̣[ῖ]ν ἐπίστανται. Νῦν δ’ οἱ μὲν ἡμῶν κρή̣[γυ]οι καθεστῶτες
5π̣ολλὴν ἀφ̣ειδέως νη̣[πιέη]ν̣ ἐρεύγοντα[ι]· [οἱ] δ̣’ ο̣ὔτε σῦκα, φασίν, οὔτ’ ἐρίν’ εὖντες πλουτοῦσι· τῷ πλούτῳ δὲ πρὸ̣ς̣ τί δεῖ χρῆ[σθ]αι, τοῦτ’ αὐτὸ πάντων πρῶτον οὐκ ἐπίστανται· ἀλλ’ ο̣ἰκ̣[ία]ς μὲν ἐγ λίθου σμαραγδίτου,
10εἴ πω[ς] ἀ̣νυστόν ἐστι τοῦτ’ αὐτοῖς πρήσσειν̣,
[..]τ̣[..] ἐχούσας καὶ στοὰς τετραστύλους [πολλῶ]ν τα̣λάντων ἀξίας κατακτῶν̣ται· [......].ἑ̣αυτ[ῶν τ]ὴν ἀναγκαίην̣ ψ̣υ̣χ̣ὴν [.......]ησκ[.... το]ύτων πάντων235
15[.........]ρα....τ̣.ν ἐκπορίζουσιν [....λ]ό̣γοις χρηστοῖσ̣ι σωφρονισθεῖσα [......] τ̣ὰ χρηστὰ καὶ τὰ συμφέροντ’ εἰδῇ. [Τοῖς οὖν] τοιούτοις ἀνδράσιν, Ποσείδιππε, [οὐ σ]υμ̣βέβηκεν οἰ̣κ̣ίας μὲν κεκτῆσθ̣αι̣
20[κ]α̣λὰς καταξίας τε χρημάτων πολλῶν, [α]ὐτοὺς δ’ ὑπάρχειν ἀξίους τ[ρι]ῶν χα̣[λκῶ]ν; [κ]αὶ̣ μάλα δικαίως, ἤν τις ἐνθυμῆτ’ [ὀρ]θ̣ῶς
[...............]ν γὰρ καὶ λίθων φροντίζουσιν.236